Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.18 | Joseph. BJ 4.26 (English) | >>Joseph. BJ 4.33 |
4.23οἱ δὲ μήτε τοὺς κατὰ κορυφὴν ἀμύνασθαι δυνάμενοι μήτε διεκπαίειν τῶν σφετέρων πρόσω βιαζομένων ἐπὶ τὰς οἰκίας τῶν πολεμίων , πρόσγειοι γὰρ ἦσαν , ἀνέφευγον .
4.24αἱ δὲ ταχέως κατηρείποντο πληρούμεναι καὶ τὸ βάρος μὴ στέγουσαι , κατέσειε δὲ πολλὰς μία τῶν ὑπʼ αὐτῆς πεσοῦσα καὶ πάλιν ἐκεῖναι τὰς ὑπʼ αὐτάς .
4.25τοῦτο πλείστους διέφθειρε τῶν Ῥωμαίων · ὑπὸ γὰρ ἀμηχανίας καίτοι συνιζανούσας ὁρῶντες ἐπεπήδων ταῖς στέγαις , καὶ πολλοὶ μὲν κατεχώννυντο τοῖς ἐρειπίοις , πολλοὶ δʼ ὑποφεύγοντες μέρη τοῦ σώματος κατελαμβάνοντο , πλείστους δὲ ὁ κονιορτὸς ἄγχων ἀνῄρει .
4.26συνεργίαν θεοῦ τοῦτο Γαμαλεῖς ὑπελάμβανον καὶ τῆς κατὰ σφᾶς ἀμελοῦντες βλάβης ἐπέκειντο , πρός τε τὰ στέγη τοὺς πολεμίους ἀνωθοῦντες καί τοι κατολισθάνοντας ἐν ὀξέσι τοῖς στενωποῖς καὶ ἀεὶ τοὺς πίπτοντας ὕπερθεν βάλλοντες ἔκτεινον .
4.27καὶ τὰ μὲν ἐρείπια χερμάδων πλέα ἦν αὐτοῖς , σίδηρον δὲ παρεῖχον οἱ τῶν πολεμίων νεκροί · παρασπῶντες γὰρ τὰ τῶν πεσόντων ξίφη κατὰ τῶν δυσθανατούντων ἐχρῶντο .
4.28πολλοὶ δʼ ἀπὸ πιπτόντων ἤδη τῶν δωμάτων σφᾶς αὐτοὺς βάλλοντες ἔθνησκον .
4.29ἦν δʼ οὐδὲ τραπέντων ἡ φυγὴ ῥᾴδιος · κατὰ γὰρ ἄγνοιαν τῶν ὁδῶν καὶ παχύτητα τοῦ κονιορτοῦ μηδὲ ἀλλήλους ἐπιγινώσκοντες ἀνειλοῦντο καὶ περὶ σφᾶς ἔπιπτον .
-- --
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.18 | Joseph. BJ 4.26 (English) | >>Joseph. BJ 4.33 |